Σάββατο 10 Δεκεμβρίου 2016

Τὰ εἰς ἑαυτὴν








θυμέ, θύμ', ἀμηχάνοισι κήδεσιν κυκώμενε,
†ἀναδευ δυσμενῶν δ' ἀλέξεο προσβαλὼν ἐναντίον
στέρνον †ἐνδοκοισιν ἐχθρῶν πλησίον κατασταθεὶς
ἀσφαλέως· καὶ μήτε νικέων ἀμφάδην ἀγάλλεο,
 μηδὲ νικηθεὶς ἐν οἴκωι καταπεσὼν ὀδύρεο,
ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακοῖσιν ἀσχάλα
μὴ λίην, γίνωσκε δ' οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.

                                   Αρχίλοχος  (D67a, 128W)



γίνωσκε δ΄οἷος ῥυσμὸς ἀνθρώπους ἔχει
μάθε ποιος ρυθμός κυβερνά τα ανθρώπινα



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου